Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.418 Joseph. AJ 15.423 (English) >>Joseph. AJ 16.1

15.421

Τοῦ δὲ ναοῦ διὰ τῶν ἱερέων οἰκοδομηθέντος ἐνιαυτῷ καὶ μησὶν πέντε ἅπας λαὸς ἐπληρώθη χαρᾶς καὶ τοῦ τάχους πρῶτον μὲν τῷ θεῷ τὰς εὐχαριστηρίους ἐποιοῦντο, μετὰ δὲ καὶ τῆς προθυμίας τοῦ βασιλέως ἑορτάζοντες καὶ κατευφημοῦντες τὴν ἀνάκτισιν. 15.422 δὲ βασιλεὺς τριακοσίους ἔθυσε τῷ θεῷ βοῦς καὶ τῶν ἄλλων οἱ κατὰ δύναμιν, ὧν οὐχ οἷόν τε τὸν ἀριθμὸν εἰπεῖν· ἐκφεύγει γὰρ τὸ δύνασθαι πρὸς ἀλήθειαν εἰπεῖν· 15.423συνεπεπτώκει γὰρ τῇ προθεσμίᾳ τοῦ περὶ τὸν ναὸν ἔργου καὶ τὴν ἡμέραν τῷ βασιλεῖ τῆς ἀρχῆς, ἣν ἐξ ἔθους ἑώρταζον, ἐς ταὐτὸν ἐλθεῖν, καὶ περισημοτάτην ἐξ ἀμφοῖν τὴν ἑορτὴν γενέσθαι. 15.424

Κατεσκευάσθη δὲ καὶ κρυπτὴ διώρυξ τῷ βασιλεῖ, φέρουσα μὲν ἀπὸ τῆς Ἀντωνίας μέχρι τοῦ ἔσωθεν ἱεροῦ πρὸς τὴν ἀνατολικὴν θύραν, ἐφʼ ἧς αὐτῷ καὶ πύργον κατεσκεύασεν, ἵνʼ ἔχῃ διὰ τῶν ὑπογέων εἰς αὐτὸν ἀνιέναι, τὸν ἐκ τοῦ δήμου νεωτερισμὸν ἐπὶ τοῖς βασιλεῦσι φυλαττόμενος. 15.425λέγεται δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν οἰκοδομουμένου τοῦ ναοῦ τὰς μὲν ἡμέρας οὐχ ὕειν, ἐν δὲ ταῖς νυξὶ γίνεσθαι τοὺς ὄμβρους, ὡς μὴ κωλυσιεργεῖν. καὶ τοῦτον τὸν λόγον οἱ πατέρες ἡμῖν παρέδωκαν, οὐδʼ ἐστὶν ἄπιστον, εἰ καὶ πρὸς τὰς ἄλλας ἀπίδοι τις ἐμφανείας τοῦ θεοῦ. τὰ μὲν οὖν περὶ τὸν ναὸν ἐξῳκοδομήθη τοῦτον τὸν τρόπον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.418 Joseph. AJ 15.423 (English) >>Joseph. AJ 16.1

Powered by PhiloLogic